Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.39
Not analysed yet
Δείκνυσι δὲ ἡμῖν καὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ πάντα δημιουργοῦντα. Ἐκ γὰρ τῆς Ἑβραίων καὶ ταῦτα ἐδιδάχθη γραφῆς καὶ βοᾷ λέγων· «Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ πρὸς χρόνου γένεσιν, ἵνα γενήθῃ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν. Σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.»