Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.40
Not analysed yet
Ἐν τούτοις δὲ ἡμᾶς ἐδίδαξεν, ὡς οὐ μόνον διὰ τοῦ Λόγου τὴν κτίσιν πεποίηκεν ὁ Θεός, ἀλλ' ὅτι καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες σώματά τέ εἰσι γενητὰ καὶ παρὰ τοῦ Θεοῦ τὸ εἶναι εἰλήφασιν. Οὐδὲν δὲ τῶν τοιούτων, καὶ κατά γε τὸν τοῦ Πλάτωνος λόγον, Θεός· εἰς χρείαν γὰρ ἀνθρώπων γεγένηνται. Καὶ τοῦτό γε ἐν ταῖς Φοινίσσαις Εὐριπίδης δεδήλωκε, λέγων ὡδί· εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ' οὐκ ἀνέξει δωμάτων ἔχειν ἴσον;