Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.42
Not analysed yet
Εἰπὼν γάρ· «Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπεν», καὶ περί γε τοῦ οὐρανοῦ προστεθεικώς· «Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δὲ ἄριστος τῶν αἰτίων», καὶ πάλιν ἐπαγαγών· «ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν», ἐπήγαγε μετ' ὀλίγα· «Χρόνος οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται.»