Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.41
Not analysed yet
Ἀλλ' ὁ μὲν Εὐριπίδης τὸν ἥλιον καὶ τὴν σελήνην δουλεύειν ἔφη βροτοῖς· ὑμεῖς δὲ δουλεύειν τοῖς ὑμετέροις γε δούλοις ἀνέχεσθέ τε καὶ τὸ θεῖον αὐτοῖς ἀπονέμετε σέβας. Ἐγὼ δὲ αὖθις ἐπὶ τὸν Πλάτωνα μεταβήσομαι. Ἐπαινῶ γὰρ αὐτὸν καὶ περὶ τῆς τοῦ παντὸς ξυντελείας παραπλήσια ἡμῖν λέγοντα.