Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.44
Not analysed yet
Αὐτοῦ δὲ πάλιν καὶ ταῦτα· «Τότε δὴ τοῦ παντὸς ὁ κυβερνήτης, οἷον πηδαλίων οἴακας ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία. Πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γινόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας· ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβαλών, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν αὐτῷ ποιῶν, ἄλλην αὐτῷ φθορὰν ζῴων παντοίων ἀπειργάσατο.»