Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.45
Not analysed yet
Ἐν δὲ τούτοις ξυμφέρεται μὲν ἡμῖν, ἐν οἷς τὴν τοῦ παντὸς μεταβολὴν ἔφησε, καὶ ὅτι τοῦ Θεοῦ καταλιπόντος τοὺς οἴακας, ἀφίστανται μὲν ὅσαι τῶν ἀοράτων δυνάμεων οἰκονομεῖν τινα μέρη τῆς κτίσεως ἐκελεύσθησαν, ὑπομένει δὲ τὴν ἀλλοίωσιν τὰ ὁρώμενα· τὰ δέ γε ἄλλα ἐκ τοῦ τηνικάδε κατεσχηκότος ὑπομεμένηκε πλάνου, ὅτι τῆς ὕλης ἡ ξύμφυτος ἐπιθυμία τὸν κόσμον ἀνέστρεφε, κατά γε τὴν ξυγκληρωθεῖσαν ἐξ ἀρχῆς εἱμαρμένην.