Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.60
Not analysed yet
Κἀκεῖνα δὲ ὁμοίως τοῦ δημιουργοῦ τὴν σοφίαν ἐπιδεικνύει καὶ δύναμιν. Οὔτε γὰρ ἡ γῆ ἐν τοσαύταις δὴ χιλιάσιν ἐτῶν ἀρουμένη καὶ σπειρομένη καὶ φυτευομένη καὶ τρέφουσα τοὺς καρποὺς καὶ πατουμένη καὶ μεταλλευομένη καὶ ὑομένη καὶ νιφομένη καὶ φλεγομένη, μείωσίν τινα πέπονθεν ἢ τοὺς καρποὺς ἐλάττους τοῖς γεωργοῦσι προσφέρει, οὔτε ἡ θάλαττα, τῶν νεφῶν διηνεκῶς ἐκεῖθεν ἀνιμωμένων τῶν ὑδάτων τὴν φύσιν, καὶ τὸν ὑετὸν ὠδινόντων καὶ παρεχόντων τῇ γῇ, ἐλάττων ὤφθη πώποτε ἢ κοιλοτέρα ἐγένετο ἢ τὰς ἠϊόνας κατέλιπεν, ἃς πάλαι κατέκρυπτεν, οὔτε μὴν ηὐξήθη πάλιν, τοὺς πανταχόθεν εἰσρέοντας ποταμοὺς δεχομένη.