Ancient Greek
4.57 to 4.59
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.57-59
Not analysed yet
Τούτους δὲ τοὺς ὅρους ἔστιν ἰδεῖν τὰ ἄψυχα στοιχεῖα φυλάττοντα. Καὶ γὰρ ἡ θάλαττα ταῖς καταιγίσι ῥιπιζομένη καὶ κυκωμένη καὶ πρὸς τὴν χέρσον ὠθουμένη τὴν ψάμμον αἰσχύνεται καὶ τοὺς πεπηγότας ὅρους παρελθεῖν οὐκ ἀνέχεται· ἀλλά, καθάπερ ἵππος ὁρμῶν ἀναχαιτίζεται χαλινῷ, οὕτως ἐκείνη, τὸν ἄγραφον τοῦ Θεοῦ νόμον ἐν ταῖς ἀκταῖς θεωμένη, εἰς τοὐπίσω χωρεῖ, οἷόν τισιν ἡνίαις ἀγχομένη. Οὕτως οἱ ποταμοὶ τρέχουσιν ὥσπερ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ ἀναβλύζουσιν αἱ πηγαί, καὶ τὰ φρέατα χορηγεῖ τοῖς ἀνθρώποις τὴν χρείαν, καὶ αἱ τοῦ ἔτους ὧραι ἀλλήλας εὐρύθμως διαδέχονται, καὶ τὴν ἰσότητα τιμῶσαι τοῦ πλείονος οὐκ ἐφίενται. Τοῦτον τὸν νόμον καὶ ἡμέραι καὶ νύκτες διατηροῦσιν ἐνδελεχῶς, καὶ οὔτε μηκυνόμεναι μεγαλαυχοῦσιν οὔτε σμικρυνόμεναι δυσχεραίνουσιν, ἀλλὰ παρ' ἀλλήλων τὸν χρόνον κιχρώμεναι πάλιν ἀναμφισβητήτως τὸ χρέος ἐκτίνουσιν, οὐ ζυγομαχοῦσαι πρὸς ἀλλήλας, ἀλλ' ἔριδος δίχα καὶ παρέχουσαι καὶ λαμβάνουσαι.