Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.66
Not analysed yet
Ἀλλὰ γὰρ οὐκ ἐκδημίας ἡμῖν ἀλλὰ πίστεως χρεία· διὰ ταύτης γὰρ μόνης ἰδεῖν ἐκεῖνον δυνάμεθα. Ὅταν ἴδωμεν εἰς καιρὸν τὰς ὥρας μεταβαινούσας, καὶ τὸν ὑετὸν τῇ γῇ χορηγούμενον, καὶ ταύτην φύουσαν καὶ τῇ πόᾳ καλυπτομένην, καὶ τὰ λήϊα κυμαίνοντα καὶ τοὺς λειμῶνας ἀνθοῦντας, καὶ κομῶντα τὰ ἄλση καὶ βρίθοντα τῷ καρπῷ, κινήσωμεν εἰς ὑμνῳδίαν τοῦ ταῦτα δεδωρημένου τὴν γλῶτταν, καὶ μήτε Νύμφας ὀρεστιάδας ἢ πηγαίας ἢ ποταμίας, μήτε τὰς Νηρέως θεοποιήσωμεν θυγατέρας, μήτε τῇ Δηοῖ τὸν ἴουλον ᾄσωμεν ἢ τὸν λιτυέρσαν, μὴ Διονύσῳ τὸν διθύραμβον, μὴ τῷ Πυθίῳ μάντει τὸν παιᾶνα, μὴ τῇ Ἀρτέμιδι τὸν οὔπιγγον· ἀλλὰ τῷ ποιητῇ τῶν ὅλων τὴν Δαυιτικὴν προσενέγκωμεν μελῳδίαν καὶ μετ' ἐκείνου βοήσωμεν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.»