Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.67
Not analysed yet
Ὅταν ᾠδικῶν ὀρνίθων ἀκούσωμεν ποικίλα γε ᾀδόντων ᾄσματα καὶ διάφορα, καὶ τεττίγων τερετιζόντων, ἐρρῶσθαι φράσαντες Σειρῆσι καὶ Μούσαις, τὸν πάνσοφον καὶ παναλκῆ Θεὸν προσκυνήσωμεν, τὸν καὶ τοῖς μικροῖς πτηνοῖς τοσαύτην μέλους δωρησάμενον ἁρμονίαν καὶ διὰ πάντων καὶ τρέφοντα καὶ τέρποντα καὶ καταθέλγοντα τῶν ἀνθρώπων τὸ γένος.