Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.69
Not analysed yet
Ῥᾴδιον γὰρ αὐτῷ καὶ ἐκ μὴ ὄντων καὶ ἐξ ὄντων δημιουργεῖν· τοῦτο γὰρ δὴ καὶ πάλαι πεποίηκε καὶ καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν ποιεῖ. Καὶ γὰρ ἐξ ὑποκειμένων σωμάτων διαπλάττει τῶν ζῴων τὰ σώματα καὶ ἐκ μὴ ὄντων δημιουργεῖ τὰς ψυχάς, οὐχ ἅπασι τοῖς ζῴοις, ἀλλὰ μόνοις ἀνθρώποις· καὶ διὰ τῶν πτηνῶν δημιουργεῖ τὰ πτηνὰ καὶ διὰ τῶν νηκτῶν τὰ νηκτὰ καὶ τῶν ἄλλων γενῶν ἕκαστον διὰ τῶν ὁμογενῶν διαπλάττει.