Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.68
Not analysed yet
Ταῦτα ταῖς τῶν φιλοσόφων, ὦ φίλοι ἄνδρες, παρεξετάσατε δόξαις, καὶ σκοπήσατε, ὀρθῇ γε καὶ δικαίᾳ χρώμενοι ψήφῳ, τίνα τούτων περὶ Θεοῦ λέγειν πρόσφορα καὶ ἁρμόδια, τὸ ἀγένητον εἶναι τὸ πᾶν, ἢ ἀπὸ ταὐτομάτου ξυστήναι, ἢ τὸ ἀπὸ τῶν ἀτόμων καὶ τοῦ κενοῦ ξυναρμοσθῆναι, ἢ τὸ ὑπὸ Θεοῦ μέν, ἐκ δὲ τῆς ὕλης γενέσθαι, ἢ τούτων μὲν ἕκαστον περὶ Θεοῦ λέγειν ἀνόσιον, ἐκεῖνο δέ γε εἰκός τε καὶ ἀληθές, ὡς τῶν ὅλων ποιητὴς ὁ Θεός, οὐ τοῖς ἄλλοις τεχνίταις παραπλησίως ἐξ ὕλης τὰ πάντα δημιουργήσας, ἀλλ' αὐτὸς τὰ πάντα μὴ ὄντα παραγαγὼν καὶ παρασχεῖν ἐθελήσας τοῖς μὴ οὖσι τὸ εἶναι.