Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.15
Not analysed yet
Εἰ δὲ διὰ τοῦ σώματος ἡ ψυχὴ βιοῖ τε καὶ ὀρθῶς βιοῖ, οὐκ ἄρα ἦν ποτε πρὸ τοῦ σώματος· εἰ δὲ ἦν πρό γε τοῦ σώματος, καὶ ἔζη δήπουθεν καὶ ἐβίου· ἀθάνατον γὰρ ἔχει φύσιν καὶ λογικήν. Εἰ δὲ ἦν μὲν πάλαι, οὐκ ὀρθῶς δὲ ἐβίου κεχωρισμένη τοῦ σώματος, ἐν τῷ σώματι δὲ γενομένη καὶ τοῦτο ἄριστα παιδοτριβήσασα, τὸν ὀρθὸν κατώρθωσε βίον, διὰ τοῦ σώματος ἄρα τετύχηκε τῶν ἀγαθῶν, ὧν πρὸ τοῦ σώματος οὐ μετέλαχεν. Ἀνθ' ὅτου δὴ οὖν τεθάφθαι αὐτὴν ἐν τῷ σώματι καθάπερ ἐν σήματι ἔφη; Διὰ μὲν οὖν τούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλοις, ἀλλὰ καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναντία γεγραφήκασιν·