Ancient Greek
5.16 to 5.17
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.16-17
Not analysed yet
ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπιδείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδόξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον, «ἔριδι ξυνέηκε μάχεσθαι». Ἃ δέ γε ξὺν Θεῷ λέξω, ἐκ τῶν Πλουτάρχῳ καὶ Πορφυρίῳ καὶ μέντοι καὶ Ἀετίῳ ξυγγεγραμμένων ἐρῶ. Θαλῆς τοίνυν κέκληκε τὴν ψυχὴν ἀκίνητον φύσιν· Ἀλκμὰν δὲ αὐτὴν αὐτοκίνητον εἴρηκεν· ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα· ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης· ὁ δὲ Πλάτων οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητήν· ὁ δὲ Σταγειρίτης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος·