Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.18
Not analysed yet
ἐντελέχειαν δὲ τὴν ἐνέργειαν κέκληκεν· Κλέαρχος δὲ τῶν τεττάρων εἶναι στοιχείων τὴν ἁρμονίαν· Ἀναξιμένης δὲ καὶ Ἀναξίμανδρος καὶ Ἀναξαγόρας καὶ Ἀρχέλαος ἀερώδη τῆς ψυχῆς τὴν φύσιν εἰρήκασιν. Οἱ δέ γε Στωϊκοὶ πνευματικήν, πλείστου μετέχουσαν τοῦ θερμοῦ. Παρμενίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην κεκλήκασιν· ὁ δὲ Ἡρακλείδης φωτοειδῆ· Ἐπίκουρος δὲ ὁ Νεοκλέους τεττάρων τινῶν ποιοτήτων κρᾶμα, πυρώδους καὶ ἀερώδους καὶ πνευματικοῦ καὶ τετάρτου τινὸς ἀκατονομάστου· ὁ δὲ Ἐμπεδοκλῆς μῖγμα ἐξ αἰθερώδους καὶ ἀερώδους οὐσίας. Κριτίας δὲ ἐξ αἵματος εἶπε καὶ ἐξ ὑγροῦ·