Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.24
Not analysed yet
Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ Ἀριστοτέλης φθαρτὴν εἶναι ταύτην ἀνέδην εἰρήκασι· Πλάτων δὲ καὶ Πυθαγόρας τὸ μὲν λογικὸν αὐτῆς ἄφθαρτον εἶναι, φθαρτὸν δὲ τὸ ἄλογον. Καὶ ὁ μὲν Πλάτων καὶ τὰ φυτὰ κέκληκε, τοῦ τρίτου γε τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα· ὁ δέ γε Ἀριστοτέλης ζῷα μὲν αὐτὰ εἰπεῖν οὐκ ἠνέσχετο—τὸ γὰρ δὴ τῆς αἰσθητικῆς μετέχον ψυχῆς τοῦτο καλεῖσθαι ζῷον ἠξίωσε—τῆς φυτικῆς μέντοι καὶ θρεπτικῆς ψυχῆς μετέχειν ὑπέλαβε τὰ φυτά.