Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.25
Not analysed yet
Ἀλλὰ τοῦτόν γε τὸν λόγον οἱ τῆς Ποικίλης οὐ προσεδέξαντο· τὴν γάρ τοι φυτικὴν δύναμιν καλεῖν ψυχὴν οὐκ ἠνέσχοντο. Ζήνων δὲ ὁ Κιτιεύς, ὁ τῆσδε τῆς αἱρέσεως ἡγησάμενος, τοιάδε περὶ ψυχῆς δοξάζειν τοὺς οἰκείους ἐδίδαξε φοιτητάς· τὸν γάρ τοι ἀνθρώπινον θορόν, ὑγρὸν ὄντα καὶ μετέχοντα πνεύματος, τῆς ψυχῆς ἔφησεν εἶναι μέρος τε καὶ ἀπόσπασμα καὶ τοῦ τῶν προγόνων σπέρματος κέρασμά τε καὶ μῖγμα, ἐξ ἁπάντων τῶν τῆς ψυχῆς μορίων ξυναθροισθέν. Οὗ δὴ χάριν αὐτὴν καὶ φθαρτὴν προσηγόρευσεν.