Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.29
Not analysed yet
Ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτοις περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν· ἐλευθέραν γὰρ αὐτὴν εἶναι ἔφησε καὶ δέσποιναν τῶν ἐνοχλούντων παθῶν καὶ ἑκοῦσαν ἢ τῇδε ἢ ἐκεῖσε χωρεῖν καὶ ἐθελουσίως γε ἢ νικᾶν ἢ ἡττᾶσθαι. Καὶ τοῦτο σαφῶς ἐν τοῖς Νόμοις δεδήλωκε· λέγει δὲ οὕτως· «Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη· τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον· ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.»