Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.28
Not analysed yet
Ἄντικρυς δὲ τούτων ἐναντία τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δόξαντα· θείαν γὰρ δὴ μοῖραν τὸν νοῦν ἔφασαν εἶναι. Ξυμφωνεῖ δὲ καὶ ὁ Νικομάχου τῷδε τῷ λόγῳ, καίτοι θνητὴν εἶναι ἀποφηνάμενος τὴν ψυχήν· ἄλλο τι γὰρ εἶναι τὸν νοῦν παρὰ ταύτην ὑπέλαβεν. Καὶ οἱ περὶ Πλάτωνα δὲ καὶ Πυθαγόραν θύραθεν τοῦτον εἰσκρίνεσθαι λέγουσιν. Πάλιν δ' αὖ οἱ μὲν αὐτῶν αὐτοκράτορα τὸν νοῦν ἔφασαν εἶναι καὶ ἄγειν δύνασθαι, ᾗ ἂν ἐθέλῃ, τὰ πάθη· οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπεφήναντο δοῦλον καὶ πρὸς τὰ τῶν Μοιρῶν ἄγεσθαι νήματα, καὶ τῆς τοῦ οὐρανοῦ περιδινήσεως καὶ τῆς τῶν ἄστρων ξυνόδου τὰς τούτου πράξεις καὶ ἐνεργείας ἠρτῆσθαι.