Ancient Greek
5.3 to 5.4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.3-4
Not analysed yet
Ἀλλ' ἐκείνη μὲν ἡ λίθος ἰδιότητι φύσεως θέειν παρ' αὐτὴν τὸν σίδηρον ἐκβιάζεται· τῶν δὲ θείων λογίων ἡ χάρις οὐκ αὐτὴ τοὺς μὲν προσίεται, τοὺς δὲ ἀποπέμπεται (πᾶσι γὰρ τοῖς ἐμφορεῖσθαι βουλομένοις προχέει τὰ νάματα), ἀλλὰ τὸ τῶν ἀκροωμένων αὐθαίρετον τοὺς μὲν προσάγει διψῶντας, τοὺς δὲ πόρρω ποιεῖ, τόνδε τὸν ἵμερον ἔχειν ἥκιστα βουλομένους. Ὁ δέ γε τῶν ψυχῶν ἰατρὸς τὴν τῶν οὐκ ἐθελόντων ἀπολαύειν τῆς θεραπείας οὐ βιάζεται γνώμην· αὐτοκράτορα γὰρ καὶ αὐτεξούσιον τὴν λογικὴν φύσιν δημιουργήσας, παραινέσεσι μὲν καὶ νόμοις καὶ τῶν χειρόνων ἀποτρέπει καὶ ἐπὶ τὰ κρείττω προτρέπει, οὐκ ἀναγκάζει δὲ μὴ βουλομένην τῶν ἀμεινόνων μεταλαχεῖν, ἵνα μὴ παρακινήσῃ τοὺς ὅρους τῆς φύσεως.