Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.2
Not analysed yet
Τοιόνδε τι γινόμενον ἐπὶ τῶν θείων λογίων ἴδοι τις ἄν. Πολλοὶ μὲν γὰρ δὴ τούτων, μᾶλλον δὲ ἅπαντες, ὡς ἔπος εἰπεῖν, ἐπαίουσιν ἄνθρωποι· οἱ δὲ τῆς πίστεως μόνοι θηρεύονται τρόφιμοι, οὔτε κάτωθεν ὑπό τινος εὐκληρίας ψυχαγωγούμενοι οὔτε ἄνωθεν ὁρωμένῳ τῳ ξυνδεδεμένοι, μόναις δὲ ταῖς ἀφανέσιν ἐλπίσι τὸν νοῦν ξυναρμόσαντες. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος «τὸν περὶ τοῦ σταυροῦ λόγον τοῖς μὲν ἀπολλυμένοις εἶναι μωρίαν, τοῖς δὲ σωζομένοις Θεοῦ δύναμιν» ἔφησεν.