Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.31
Not analysed yet
Ἄντικρυς δὲ διὰ τούτων δεδήλωκεν, ὡς οὔτε φύσιν ἐλάχομεν πονηράν, καὶ κατ' ἀνάγκην καὶ βίαν πλημμελοῦμεν οἱ ἄνθρωποι, οὔτε ὑπὸ τῶν τῆς Κλωθοῦς νημάτων ἀγόμεθα οὔτε μὴν ὑπὸ τῆς τῶν ἄστρων ξυνόδου πρὸς τὸ πρακτέον ὠθούμεθα· ἀλλ' ἀγωνίζεται μὲν πρὸς ἑαυτὴν ἡ ψυχή, τοῦ δὲ νικᾶν ἔχει τὴν ἐξουσίαν, ἢν ἐθελήσῃ νεῦσαι πρὸς ἀρετήν· καὶ ἕλκει μὲν ἡ ἐπιθυμία πρὸς ἑαυτήν, ἀνθέλκει δὲ ὁ θυμός, ἔχει δὲ τοῦ πείθεσθαι ἢ μὴ τὴν ἐξουσίαν ὁ λογισμός· ἡνιοχεῖν γὰρ ἐτάχθη καὶ ἄγειν, ἀλλ' οὐκ ἄγεσθαί τε καὶ σύρεσθαι.