Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.32
Not analysed yet
Ἐκράτυνε δὲ τόνδε τὸν λόγον κἀν τῷ δεκάτῳ τῶν Νόμων, ταῦτα εἰπών· «Τῆς δὲ γενέσεως τοῦ ποιοῦ τινος ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν αὐτῶν τὰς αἰτίας· ὅπῃ γὰρ ἂν ἐπιθυμῇ, καὶ ὁποῖος ἂν ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος ἡμῶν γίνεται ἅπας ὡς τὸ πολύ.» Καὶ μετὰ βραχέα δὲ καὶ ταῦτα προστέθεικεν· «Μείζω δὲ δὴ ψυχὴ κακίας καὶ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τὰ τοιαῦτα, διαφέροντα καὶ μετέλαβε τόπον ἅγιον, ὅλη μετακοσμηθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, κατὰ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον.»