Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.34
Not analysed yet
Κἀν τῷ δευτέρῳ δὲ τῆς Πολιτείας ξυνῳδὰ τούτοις ξυνέγραψε· λέγει δὲ ταῦτα· «Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι γε, καὶ λεκτέον οὕτω; —Τί μήν; —Οὐδὲν δὲ τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ; —Οὔ μοι δοκεῖ. —Ἆρα τὸ μὴ βλαβερὸν βλάπτει; —Οὐδαμῶς. —Ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ; —Οὐδαμῶς. —Οὐδ' ἄν τινος εἴη κακοῦ αἴτιον; —Πῶς γάρ; —Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; —Ναί. —Αἴτιον ἄρα εὐπραγίας; —Ναί. —Οὐκ ἄρα γε πάντων αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων πάντων, τῶν δὲ κακῶν ἀναίτιον. —