Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.33
Not analysed yet
Κἀνταῦθα παραπλησίως ἐδίδαξεν, ὡς τῇ βουλήσει τῆς ψυχῆς ἀπένειμεν ὁ ποιητὴς τῶν κρειττόνων καὶ τῶν χειρόνων τὴν αἵρεσιν. Τὸ μὲν γὰρ τῆς γνώμης αὐθαίρετον τῇδε ῥέπειν ἢ ἐκεῖσε παρασκευάζει, ἡ δὲ ὁμιλία καὶ τὸ ἔθος ἰσχυρὰν τὴν ἕξιν ἐργάζεται. Ὅταν οὖν ἀρετῆς ἐρασθεῖσα τὴν ταύτης ἰδέαν ἐκμάξηται, εἰς ἕτερόν τινα μεταβαίνει τόπον ἅγιόν τε καὶ πολλῷ τῶν παρόντων ἀμείνονα· τὴν δὲ κακίαν ἑλομένη καὶ τὸν ἐπονείδιστον βίον ἀσπασαμένη, λαγχάνει πάλιν τὸν κατάλληλον χῶρον.