Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.39
Not analysed yet
Οὗτοι καὶ τὸ λογικὸν τῆς ψυχῆς θεοειδὲς προσηγόρευσαν, καὶ ἔστιν ἀκοῦσαι Σωκράτους τῷ Ἀλκιβιάδῃ λέγοντος—καὶ ταῦτά γε ὁ Πλάτων ξυνέγραψεν—· «Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι τε καὶ φρονεῖν ἔστιν; —Οὐκ ἔχομεν. —Τῷ θεῷ οὖν τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν γνοίη μάλιστα.»