Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.40
Not analysed yet
Παραπλήσια δὲ κἀν τῷ Φαίδωνι λέγει· «Θῶμεν γάρ, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές. —Θῶμεν, ἔφη. —Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; —Καὶ ταῦτα θῶμεν, ἔφη. —Φέρε δή, ἦ δ' ὃς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; —Οὐδὲν ἄλλο, ἔφη. —Πότερον οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; —Παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ. —