Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.42
Not analysed yet
Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.» Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διεξελθών, ἐπήγαγεν· «Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικεν; —Δηλαδή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ.» Καὶ αὖ πάλιν μετ' ὀλίγα· «Τί οὖν; Τούτων οὕτως ἐχόντων, ἆρα οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δ' αὖ τὸ παράπαν ἢ ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτων; —