Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.41
Not analysed yet
Τί δὲ ψυχή; ὁρατὸν ἢ ἀειδές; —Οὐχ ὑπὸ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη. —Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; —Τῇ τῶν ἀνθρώπων. —Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; —Οὐχ ὁρατόν. —Ἀειδὲς ἄρα; —Ναί. —Ὁμοιότερον οὖν ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ σῶμα τῷ ὁρατῷ; —