Ancient Greek
5.44 to 5.49
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.44-49
Not analysed yet
Τοσαύτην καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι καὶ ποιηταὶ καὶ ψυχῆς πέρι καὶ σώματος καὶ αὐτῆς γε τῆς τοῦ ἀνθρώπου ξυστάσεως πρὸς ἀλλήλους ἐσχήκασιν ἔριν καὶ διαμάχην, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα πρεσβεύοντες, οἱ δὲ τούτων τε κἀκείνων ἐναντίαν δόξαν ὠδίνοντες. Οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων ἐπεθύμησαν. Διὰ δὴ τοῦτο καὶ τὸν πολὺν ὑπομεμενήκασι πλάνον, τῶν ὕστερον ἐπιγενομένων ἀνατετροφότων τῶν πρεσβυτέρων τὰς δόξας. Καὶ Ἀναξίμανδρος μέν, τελευτήσαντος ἤδη τοῦ Θάλεω, τοῖς ἐναντίοις ἐχρήσατο δόγμασι· καὶ Ἀναξιμένης δὲ μετὰ τὸν Ἀναξιμάνδρου γε θάνατον ταὐτὸ τοῦτο πεποίηκε· καὶ Ἀναξαγόρας δὲ ὡσαύτως. Ὁ δὲ Ἀριστοτέλης ἔτι ζῶντι τῷ Πλάτωνι προφανῶς ἀντετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπέλαυσεν, οὔτε τοῦ πολυθρυλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν τοῖς λόγοις κράτος ἔδεισεν, ἀλλ' ἀνέδην πρὸς αὐτὸν παρετάξατο, οὐκ ἀμείνοσιν ἐκείνων, ἀλλὰ πολλῷ γε χείροσι χρησάμενος δόγμασιν. Καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου φάντος ἀθάνατον, οὗτος ἔφη θνητήν· καὶ τὸν Θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμονίας ἐστέρησε· τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεόν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι· καὶ ἄλλα δὲ πάμπολλα ἐνεόχμωσεν, ἃ λέγειν ἐπὶ τοῦ παρόντος παρέλκον ὑπείληφα. Ἐκεῖνοι μὲν οὖν τὰς ἀλλήλων εἰκότως καταλελύκασι δόξας· τὸ γὰρ δὴ ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ· ἡ δέ γε ἀλήθειᾳ ξύμφωνος ἑαυτῇ καὶ μόνον ἔχουσα τὸ ψεῦδος πολέμιον. Αὐτίκα τοίνυν ἔστιν εὑρεῖν καὶ περὶ τῆς τοῦ ἀνθρώπου φύσεως καὶ Μωϋσέα τὸν νομοθέτην καὶ Δαυὶδ τὸν προφήτην καὶ τὸν γενναῖον Ἰὼβ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ ἅπαντα τὸν τῶν προφητῶν χορὸν καὶ Ματθαῖον καὶ Ἰωάννην καὶ Λουκᾶν καὶ Μάρκον καὶ Πέτρον καὶ Παῦλον καὶ πάντα τῶν ἀποστόλων τὸν θίασον ξυνῳδὰ πάντας ἀνθρώπους διδάσκοντας.