Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.50
Not analysed yet
Οὐ γὰρ ἔστιν ἀκοῦσαι τῶν μὲν τούτους, τῶν δὲ ἐκείνους λεγόντων αὐτόχθονας, οὐδὲ τῶν μὲν θνητὴν ἀποφαινομένων, τῶν δὲ ἀθάνατον τὴν ψυχήν, οὐδὲ τούτων μὲν αὐτοκράτορα τῶν παθῶν καλούντων τὸν λογισμόν, ἐκείνων δὲ ἀνδραποδώδη καὶ δοῦλον ὀνομαζόντων· ἅπαντες γὰρ ξυμφώνως διδάσκουσιν, ἀπὸ γῆς μὲν καὶ ὕδατος καὶ τῶν ἄλλων στοιχείων διαπλασθῆναι τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ προϋπάρχουσαν εἰς τοῦτο καταπεμφθῆναι, ἀλλὰ μετὰ τὴν τούτου δημιουργηθῆναι διάπλασιν· «Ἔπλασε» γάρ φησιν «ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.»