Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.52
Not analysed yet
Ταῦτα μὲν οὖν ὁ νομοθέτης ἐν τῇ κοσμογονίᾳ ξυνέγραψε· τὰ παραπλήσια δὲ κἀν τοῖς νόμοις διδάσκει. Περὶ γὰρ δὴ τῆς ἐγκύμονος τῆς ἔκ τινων πληγῶν ἀμβλωσκούσης διαλεγόμενος, διαμορφοῦσθαι πρότερον ἐν τῇ νηδύϊ λέγει τὸ βρέφος, εἶθ' οὕτω ψυχοῦσθαι, οὐ θύραθέν ποθεν τῆς ψυχῆς εἰσκρινομένης, οὐδέ γε ἐκ τῆς γονῆς φυομένης, ἀλλὰ τῷ θείῳ ὅρῳ κατὰ τὸν ἐξ ἀρχῆς ἐντεθέντα ἐν τῇ φύσει νόμον δεχομένης τὴν γένεσιν.