Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.53
Not analysed yet
Τοῦτο καὶ ὁ γενναῖος Ἰὼβ ἐν τοῖς πολυθρυλήτοις ἀγῶσι πρὸς τὸν ἀγωνοθέτην καὶ ποιητὴν διαλεγόμενος ἔφη· «Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας ἐνέδυσάς με· ὀστέοις δὲ καὶ νεύροις ἔνειράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί· ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα.»