Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.54
Not analysed yet
Διὰ δὲ τούτων ἔδειξε μὲν τὴν γαμικὴν ὁμιλίαν, ἔδειξε δὲ τῆς παιδοποιΐας τὰς ἀφορμὰς καὶ τὸν σμικρὸν ἐκεῖνον θορὸν εἰς μυρίας ἰδέας μεταμορφούμενον καὶ τηνικαῦτα τὴν ψυχὴν δημιουργουμένην τε καὶ ξυναπτομένην τῷ σώματι, καὶ μέντοι καὶ μετὰ τὰς ὠδῖνας τὴν θείαν ἐπικουρίαν φρουροῦσαν καὶ κυβερνῶσαν.