Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.68
Not analysed yet
Καὶ ἔστιν ἰδεῖν ταῦτα εἰδότας τὰ δόγματα οὐ μόνους γε τῆς ἐκκλησίας τοὺς διδασκάλους, ἀλλὰ καὶ σκυτοτόμους καὶ χαλκοτύπους καὶ ταλασιουργοὺς καὶ τοὺς ἄλλους ἀποχειροβιώτους· καὶ γυναῖκας ὡσαύτως οὐ μόνον τὰς λόγων μετεσχηκυίας, ἀλλὰ καὶ χερνήτιδας καὶ ἀκεστρίας, καὶ μέντοι καὶ θεραπαίνας· καὶ οὐ μόνον ἀστοί, ἀλλὰ καὶ χωριτικοὶ τήνδε τὴν γνῶσιν ἐσχήκασι· καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλάτας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν