Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.69
Not analysed yet
εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολαστήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνενδοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε· καὶ οὐδὲ Ἀναχάρσιδος ἐπαΐετε λέγοντος· «Ἐμοὶ πάντες Ἕλληνες σκυθίζουσιν.»