Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.70
Not analysed yet
Τοῦτο γὰρ ἀτεχνῶς ἔοικε τοῖς εἰρημένοις ὑπὸ τοῦ σκυτοτόμου τοῦ ἡμετέρου· «Ἐὰν γὰρ μὴ γνῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.» Τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλλησιν Ἰλλυριοὶ καὶ Παίονες καὶ Ταυλάντιοι καὶ Ἀτιντᾶνες βαρβαρίζειν δοκοῦσιν, οὕτως αὖ ἐκείνοις καὶ τοῖς ἄλλοις, ὅσοι τῆς Ἑλλάδος φωνῆς ἐπαΐειν οὐ δύνανται, ἡ Ἀτθὶς καὶ Δωρὶς καὶ Αἰολὶς καὶ Ἰὰς βάρβαροι εἶναι δοκοῦσιν.