Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.72
Not analysed yet
Εἰσὶ δὲ οἳ καὶ τὴν Ἑλλήνων εὐέπειαν βραχυλογίᾳ νικῶσιν. Τοῦτο γὰρ δὴ καὶ Πέρσαις μαρτυροῦσι καὶ οἱ παλαιοὶ ξυγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβεύων ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν αὐτοῖς ξυνεγένετο. Φασὶ γὰρ αὐτοὺς ὀξέως φωρᾶν τὰς τῶν λόγων κλοπὰς καὶ ὀλίγα φθεγγομένους τοὺς προσδιαλεγομένους νικᾶν, καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα καὶ παροιμίαις σοφωτάταις καὶ αἰνίγμασι κεχρῆσθαι, οὐκ ἐπειδὴ τοὺς Χρυσίππου καὶ Ἀριστοτέλους ἀνέγνωσαν λαβυρίνθους, οὐδὲ ὅτι Σωκράτης αὐτοὺς καὶ Πλάτων τόδε τὸ εἶδος ἐπαιδευσάτην· οὔτε γὰρ ῥητορικοῖς οὔτε φιλοσόφοις ἐνετράφησαν λόγοις, ἀλλὰ μόνην ἔσχον τὴν φύσιν διδάσκαλον.