Ancient Greek
5.73 to 5.74
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.73-74
Not analysed yet
Τοὺς δέ γε Ἰνδοὺς καὶ τούτων πολλῷ σοφωτέρους εἶναί φασιν. Καὶ οἱ Νομάδες δέ, οἱ ἡμέτεροι πρόσχωροι—τοὺς Ἰσμαηλίτας λέγω, τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπισταμένους—ἀγχινοίᾳ καὶ ξυνέσει κοσμοῦνται καὶ διάνοιαν ἔχουσι καὶ ξυνιδεῖν τἀληθὲς δυναμένην καὶ διελέγξαι τὸ ψεῦδος. Περὶ δὲ Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν τῶν ὀνομαστοτάτων γεγενημένων παρ' Ἕλλησιν. Ῥωμαῖοι δὲ καὶ ποιητὰς ἔσχον καὶ ξυγγραφέας καὶ ῥήτορας· καί φασιν οἱ ταύτην γε κἀκείνην ἠσκημένοι τὴν γλῶτταν καὶ πυκνότερα τῶν Ἑλληνικῶν τὰ τούτων ἐνθυμήματα εἶναι καὶ ξυντομωτέρας τὰς γνώμας.