Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.81
Not analysed yet
Ταῦτα καὶ περὶ τῆς τἀνθρώπου φύσεως φρονεῖν καὶ ἐδιδάχθημεν καὶ διδάσκομεν· καὶ ἀγάμεθα ὁρῶντες τὴν ἐν ἡμῖν φαινομένην τοῦ ποιητοῦ σοφίαν, τὰς διαφόρους τῶν αἰσθήσεων ἐνεργείας ἐξ ἑνὸς μὲν ἐγκεφάλου προφερομένας, ἄλλην δὲ αὐτῷ καὶ ἄλλην προσφερούσας ἀντίληψιν, τὴν μὲν ὁράσεως, τὴν δὲ ἀκροάσεως, καὶ ἄλλην ὀσφρήσεως, καὶ ἑτέραν γεύσεως, καὶ ἄλλην ἁφῆς· καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς καιρὸν δεικνυμένην.