Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.80
Not analysed yet
Ταύτῃ τοι καὶ δίκας εἰσπράττεται, ὡς ἐθελοντὴς ὑπομείνας τὸ πάθος. Καὶ γάρ τοι καὶ οἱ ἀνθρώπειοι νόμοι τοὺς πλημμελοῦντας κολάζουσι, καὶ ὁ Θεὸς τοῖς ἁμαρτάνουσι τὸ ἄσβεστον ἠπείλησε πῦρ. Οὐκ ἂν δὲ οὔτε ὁ Θεός, ἀγαθός γε ὢν καὶ δίκαιος, ποινὴν τοὺς παράνομον βίον ἀσπαζομένους εἰσέπραξεν, εἴπερ ἄρα κατ' ἀνάγκην ἡμάρτανον, οὔτε τῶν ἀνθρώπων οἱ σοφώτατοι τοιούτους ἂν ἔθεσαν νόμους, εἴπερ ᾔδεσαν οὐ γνώμῃ τὰ ἀνθρώπεια τελούμενα πλημμελήματα, οὔτε μὴν οἱ τὸ ἄρχειν λαχόντες τὰς ὠμοτάτας ἂν βασάνους τοῖς τὰ πονηρὰ τολμῶσι προσέφερον, εἴπερ ἐγνώκεσαν οὐχ αἱρέσει γνώμης, ἀλλ' εἱμαρμένης ἢ φύσεως ἀνάγκῃ παραβαθέντας τοὺς νόμους. Εἰ δὲ ξυγγνώμην τοῖς πλημμελοῦσιν οὐ νέμουσι, διδάσκουσιν ἄντικρυς, ὡς γνώμης ἔργον ἡ πονηρία.