Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.1
Not analysed yet
Τῶν τὸν θαλάττιον βίον ἀσπαζομένων οἱ μὲν τὰς φορτίδας ἐρέττουσιν, οἱ δὲ ταύτας τοῖς οἴαξι διευθύνουσιν, καὶ μέντοι καὶ πᾶς ἁλιευτὴς ἐφ' ἁλιάδος ὀχούμενος χαλᾷ δίκτυον καὶ θηρεύει τοὺς τῶν ὑδάτων τροφίμους, καὶ ἄλλος ἐπὶ πέτρας ἱδρυμένος καθίησιν ὁρμιὰν καὶ δελεάζων περιπείρει τῷ ἀγκίστρῳ τῶν ἰχθύων τινάς· εἰσὶ δὲ οἳ καὶ ναυαγίᾳ χρῶνται καὶ ὑποβρύχιοι γίνονται, ἢ ἐξ ἀβουλίας παρὰ καιρὸν ἀναχθέντες ἢ διὰ θράσος τῆς ζάλης κατατολμήσαντες.