Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.2
Not analysed yet
Ταῦτα δὲ οὐ τηνάλλως ὑθλῶν διεξῆλθον, ἀλλὰ τῶν τῇ κτίσει προσπταιόντων καὶ τῶν ἐν ταύτῃ πρυτανευομένων ἀνέδην κατηγορούντων ἐπιδεῖξαι τὴν ἄνοιαν διά τινος εἰκόνος πειρώμενος. Καὶ γὰρ τὴν κτίσιν οἱ μὲν ὁρῶσι καὶ τὸν ποιητὴν ἀνυμνοῦσιν, οἱ δὲ πλεῖον ἢ δεῖ θαυμάζοντες ἠλιθίως θεοποιοῦσι· καὶ οἱ μὲν τῶν γινομένων ἕκαστον ὑπεράγανται καὶ τὸν τῶν ὅλων ὁρῶσι κυβερνήτην ἄριστά γε ἰθύνοντα καὶ τὴν ἐπὶ τοῖς οἴαξι φαινομένην εὐφημοῦσι σοφίαν, οἱ δὲ τοῖς γινομένοις ἅπασι νεμεσῶσι, καὶ τῶν δρωμένων αὐτοῖς οὐδὲν τὸ παράπαν ἀρέσκει, ἀλλὰ καὶ πλούτου κατηγοροῦσι καὶ κωμῳδοῦσι πενίαν καὶ μέμφονται νόσῳ καὶ τοὺς ὑγιαίνοντας δυσχεραίνουσι, καὶ ξυλλήβδην εἰπεῖν οὐδὲν αὐτοὺς ἥδει τῶν γινομένων, οὐκ εὐκληρία, οὐ δυσκληρία, ἀλλὰ καὶ τὴν εὐετηρίαν καὶ τὴν τῆς γῆς δυσκολαίνουσιν ἀκαρπίαν, καὶ ὁμοίως αὐτοὺς ἀνιᾷ καὶ πολυπαιδία καὶ ἀπαιδία καὶ εἰρήνη καὶ πόλεμος.