Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.11
Not analysed yet
Ταῦτα ὁ Κυνικὸς κατὰ ταὐτὸν τοῦ Πυθίου καὶ Δημοκρίτου καὶ Χρυσίππου κατηγόρησεν, εἰκότως ἀγανακτῶν, ὅτι τοῦ ἡμετέρου νοῦ τὴν ἐλευθέραν ἐξανδραποδίσαντες φύσιν, τῇ τῆς εἱμαρμένης καὶ πεπρωμένης ἀνάγκῃ παρέδοσαν. Τὴν δὲ πεπρωμένην ὁ Χρύσιππος πεπερασμένην ἔφησεν εἶναι καὶ ξυντετελεσμένην διοίκησιν· τὴν δὲ εἱμαρμένην εἰρομένην τινά, εἴτε ἐκ Θεοῦ βουλήσεως, εἴτε ἐξ οἱασδήποτε αἰτίας· τὰς δὲ Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ· οὕτω δὲ καὶ χρεὼν παρὰ τὸ χρέος εἰρῆσθαι, τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην.