Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.12
Not analysed yet
Τὸν δὲ ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς χρόνους παραδηλοῦν, ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι' ὧν ἐπιτελεῖται· καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ ξυγκλώθεσθαι καὶ ξυνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην εἶναι δόξαν. Τὴν δὲ Πρόνοιαν τοῦτο κεκλήκασι, διότι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα· Ἀδράστειαν δὲ τὴν αὐτήν, ὅτι οὐδὲν αὐτὴν ἀποδιδράσκει.