Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.20
Not analysed yet
Καὶ ὁ Διογένης δέ, ὄφεως ὑπέρῳ ἑαυτὸν ἐνειλήσαντος, καί τινος τοῦτο θαυμάσαντος καὶ τέρας εἶναι νομίσαντος· «Μὴ θαύμαζε» εἶπεν· «ἦν γὰρ παραδοξότερον, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω». Οὕτω πάλιν οὗτος αὐτὸς ἐν οἰκίᾳ τινὸς μοχθηροῦ ἐπιγεγραμμένον εὑρών· ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν. «Καὶ πῶς» ἔφη «ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;»