Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.21
Not analysed yet
Οὕτως ἐκωμῴδουν καὶ οἱ τῷ τῆς δεισιδαιμονίας πλάνῳ δεδουλευκότες τοὺς οἰωνοὺς καὶ τὰς κληδόνας καὶ τὰ παρὰ τῶν πολλῶν ἔτι καὶ νῦν νομιζόμενα τέρατα· καὶ πτάρνυσθαι μὲν τοὺς πταίροντας ἔλεγον, οὐκ ἄλλοις τι προσημαίνοντας, ἀλλὰ τὸ ξύνηθες ὑπομένοντας πάθος· καὶ τοὺς διαλεγομένους οὐκ ἄλλοις τι προδηλοῦν, ἀλλὰ περὶ τῶν αὐτοῖς προκειμένων ποιεῖσθαι τοὺς λόγους· καὶ τὸν μῦν ὑπὸ τῆς πείνης ὠθούμενον διατρῆσαι τὸν θύλακον, οὐ χρησμόν τινα τῷ τοῦ θυλάκου δεσπότῃ προλέγοντα· καὶ τοῦ ὑποδήματος τοὺς δεσμοὺς ὡς παλαιοὺς διαρραγῆναι, οὐχ ὡς χρησμολόγους χαλεπόν τι προαγορεῦσαι.