Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.22
Not analysed yet
Ταῦτα σαφῶς ἐπιστάμενος καὶ Ἐπίχαρμος ὁ Πυθαγόρειος τούτων μὲν ἁπάντων κελεύει καταφρονεῖν, τὸν δὲ τῶν ὅλων ὀπτῆρα δεδιέναι παρεγγυᾷ· λέγει δὲ οὕτως· οὐδὲν διαφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ. Αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεῷ.