Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.29
Not analysed yet
Ταῦτα δὲ ἔοικεν ὁ φιλόσοφος ἐκ τῶν θείων σεσυληκέναι λογίων. Ἤκουσε γὰρ πάντως, τίνα Μωϋσῆς ὁ θεσπέσιος εἰρηκέναι ξυνέγραψε τῷ Φαραῷ τὸν Θεόν, ὅτι «εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ Θεός, οὐχ ὥστε ἐκεῖνον ἀποφῆναι βελτίονα—ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον—ἀλλ' ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένηται παραδείγματα.