Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.30
Not analysed yet
Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλα ἄττα παρανομοῦντας διὰ τούτων κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γίνεσθαι ξυγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρανομοῦντας εἰσπράττειν· ὕστερον δὲ καὶ τούτους αὐτοὺς παντελεῖ παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ δεινὰ ἐκεῖνα δεδράκασιν.